Σήκω πάνω, πάρε τὸ κρεβάτι σου καὶ περπάτα.
(᾿Ιω. ε´ 1-15)
Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα. ῎Εστι δὲ ἐν τοῖς
῾Ιεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη ῾Εβραϊστὶ
Βηθεσδά, πέντε στοὰς ἔχουσα.
᾿Εν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν,
ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. ῎Αγγελος γὰρ κατὰ καιρὸν
κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς
μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι.
῏Ην δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ
ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν ὁ ᾿Ιησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν
ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; ᾿Απεκρίθη
αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ
με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ῎Εγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ
περιεπάτει. ῏Ην δὲ Σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ῎Ελεγον οὖν οἱ ᾿Ιουδαῖοι
τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον.
᾿Απεκρίθη αὐτοῖς· ῾Ο ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν
κράβαττόν σου καὶ περιπάτει. ᾿Ηρώτησαν οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ
εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; ῾Ο δὲ ἰαθεὶς οὐκ ᾔδει
τίς ἐστιν· ὁ γὰρ ᾿Ιησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. Μετὰ ταῦτα
εὑρίσκει αὐτὸν ὁ ᾿Ιησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ῎Ιδε ὑγιὴς γέγονας·
μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. ᾿Απῆλθεν ὁ ἄνθρωπος καὶ
ἀνήγγειλε τοῖς ᾿Ιουδαίοις ὅτι ᾿Ιησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
Απόδοση σε απλή γλώσσα: