Από Dogma
Προεξάρχοντος
του Μακαριωτάτου Αρχιεπισκόπου Αθηνών και Πάσης Ελλάδος κ. Ιερωνύμου θα
τελεστεί το προσεχές Σάββατο η Εξόδιος Ακολουθία του Μακαριστού
Μητροπολίτου Λαρίσης και Τυρνάβου κυρού Ιγνατίου.
Τῶ
καιρῷ ἐκείνῳ, ἐμβὰς ὁ ᾿Ιησοῦς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν
ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον·
καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· Θάρσει, τέκνον·
ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Καὶ ἰδού τινές τῶν γραμματέων εἶπον ἐν
ἑαυτοῖς· οὗτος βλασφημεῖ. Καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν·
῞Ινα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Τί γάρ ἐστιν
εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ
περιπάτει; ῞Ινα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς
γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· ᾿Εγερθεὶς ἆρόν σου τὴν
κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον
αὐτοῦ. ᾿Ιδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα
ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.